Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.119 Joseph. AJ 2.123 (English) >>Joseph. AJ 2.128

2.121τοῦ δὲ μηδʼ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον. 2.122 δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, 2.123ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα. 2.124

Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν. 2.125ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.119 Joseph. AJ 2.123 (English) >>Joseph. AJ 2.128

Powered by PhiloLogic